Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.160 Joseph. AJ 14.164 (English) >>Joseph. AJ 14.169

14.162ταῦτʼ Ἀντίπατρον ἐποίει θεραπείας παρὰ τοῦ ἔθνους τυγχάνειν βασιλικῆς καὶ τιμῶν οἵων ἄν τις μεταλαμβάνοι τῶν ὅλων ὢν δεσπότης. ὑπὸ μέντοι τῆς ἐκ τούτων λαμπρότητος οὐδὲν οἷα φιλεῖ συμβαίνειν πολλάκις τῆς πρὸς Ὑρκανὸν εὐνοίας παρέβη καὶ πίστεως. 14.163

Οἱ δʼ ἐν τέλει τῶν Ἰουδαίων ὁρῶντες τὸν Ἀντίπατρον καὶ τοὺς υἱοὺς αὐτοῦ μεγάλως αὐξανομένους εὐνοίᾳ τε τῇ παρὰ τοῦ ἔθνους καὶ προσόδῳ τῇ τε παρὰ τῆς Ἰουδαίας καὶ τῶν Ὑρκανοῦ χρημάτων, κακοήθως εἶχον πρὸς αὐτόν· 14.164καὶ γὰρ φιλίαν Ἀντίπατρος ἦν πεποιημένος πρὸς τοὺς Ῥωμαίων αὐτοκράτορας καὶ χρήματα πείσας πέμψαι τὸν Ὑρκανὸν αὐτὸς λαβὼν νοσφίζεται τὴν δωρεάν· ὡς ἰδίαν γὰρ ἀλλʼ οὐχ ὡς Ὑρκανοῦ διδόντος ἔπεμψεν. 14.165ταῦθʼ Ὑρκανὸς ἀκούων οὐκ ἐφρόντιζεν, ἐν δέει δὲ ἦσαν οἱ πρῶτοι τῶν Ἰουδαίων ὁρῶντες τὸν Ἡρώδην βίαιον καὶ τολμηρὸν καὶ τυραννίδος γλιχόμενον· καὶ προσελθόντες Ὑρκανῷ φανερῶς ἤδη κατηγόρουν Ἀντιπάτρου, καίμέχρι πότε, ἔφασαν, ἐπὶ τοῖς πραττομένοις ἡσυχάσεις; οὐχ ὁρᾷς Ἀντίπατρον μὲν καὶ τοὺς παῖδας αὐτοῦ τὴν ἀρχὴν διεζωσμένους, σαυτὸν μέντοι τῆς βασιλείας ὄνομα μόνον ἀκούοντα; 14.166ἀλλὰ μὴ λανθανέτω σε ταῦτα μηδὲ ἀκίνδυνος εἶναι νόμιζε ῥαθυμῶν περί τε σαυτῷ καὶ τῇ βασιλείᾳ· οὐ γὰρ ἐπίτροποί σοι τῶν πραγμάτων Ἀντίπατρος καὶ οἱ παῖδες αὐτοῦ νῦν εἰσιν, μηδὲ ἀπάτα σαυτὸν τοῦτο οἰόμενος, ἀλλὰ δεσπόται φανερῶς ἀνωμολόγηνται·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.160 Joseph. AJ 14.164 (English) >>Joseph. AJ 14.169

Powered by PhiloLogic